The Golden Verses: Greek
ΤᾺ Τ῀ΩΝ ΠΥΘΑΓΟΤΡΕΊΩΝ ἜΠΗ ΤᾺ ΧΡΥΣΆ
Project Gutenberg EPUB edition
Fabre d'Olivet, Antoine, Pythagoras, and Redfield, Nayán Louise
ΠΑΡΑΣΚΕΥΗ.[229]
ΑΘΑΝΑΤΟΥΣ μὲν πρῶτα Δεοὺς, νόμῳ ὡς διάκεινται,
Τίμα· καὶ σέβου ὅρκον. ἔπειθ’ Ἥρωας ἀγαυούς.
Τοὺς τε καταχθονίους σέβε Δαίμονας, ἔννομα ῥέζων.
ΚΆΘΑΡΣΙΣ.[230]
Τούς τε γονεῖς τίμα, τούς τ’ ἄγχιστ’ ἐκγεγαῶτας.
Τῶν δ’ ἄλλων ἀρετῃ ποιεῦ φίλον ὅστις ἄριστος.
Πρᾳέσι δ’ εἶκε λόγοις, ἔργοισί τ’ ἐπωφελίμοισι.
Μὴδ’ ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς,
Ὄφρα δύνῃ δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.
Ταῦτα μὲν οὕτως ἴσθι. κρατεῖν δ’ εἰθίζεο τῶνδε·
Γαστρὸς μὲν πρώπιστα, καὶ ὕπνου, λαγνείης τε,
Καὶ θυμοῦ. Πρήξεις δ’ αἰσχρόν ποτε μήτε μετ’ ἄλλου,
Μὴτ’ ἰδίῃ. Πάντων δὲ μάλιστα αἰσχύνεο σαυτόν.
Εἶτα δικαιοσύνην ἀσκεῖν ἔργῳ τε, λόγῳ τε.
Μὴδ’ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε·
Ἀλλὰ γνῶθι μὲν ὡς θανέειν πέπρωται ἅπασι.
Χρήματα δ’ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ’ ὀλέσθαι.
Ὅσσα τε δαιμονίῃσι τύχαις βροτοὶ ἄλγε ἔχουσιν,
Ὧν ἄν μοῖραν ἔχῄς πρᾴως φέρε, μήδ’ ἀγανάκτει.
Ἰᾶσθαι δὲ πρέπει καθόσον δυνὴ· Ὥδε δὲ φράζευ.
Οὐ πάνυ τοῖς ἀγαθοῖς τουτῶν πολὺ μοῖρα δίδωσι.
Πολλοὶ δ’ ἀνθρώποισι λόγοι δειλοὶ τε, καὶ ἐσθλοί
Προσπίπτουσ’, ὧν μήτ’ ἐκπλήσσεο, μήτ’ ἄρ’ ἐάσῃς
Εἴργεσθαι σαυτόν. Ψεῦδος δ’ ἤν πέρ τι λέγηται,
Πρᾴως εἶχ’· Ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω.
Μηδεὶς μήτε λόγῳ σε παρείπῃ, μήτε τι ἔργῳ
Πρῆξαι, μὴδ’ εἰπεῖν, ὅ, τι τοὶ μὴ βέλτερόν ἐστι.
Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται.
Δειλοῦ τοι πρήσσειν τε λέγειν τ’ ἀνόητα πρὸς ἀνδρὸς.
Ἀλλὰ τάδ’ ἐκτελέειν, ἅ σε μὴ μετέπειτ’ ἀνιήσῃ.
Πρῆσσε δὲ μηδὲν τῶν μὴ πίστασαι· ἀλλὰ διδάσκευ
Ὅσσα χρεὼν, καὶ τερπνότατον βίον ὧδε διάξεις.
Ὀυδ’ ὑγιείης τῆς περὶ σῶμ’ ἀμέλειαν ἔχειν χρή.
Ἀλλὰ ποτοῦ τε μέτρον, καὶ σίτου, γυμνασίων τε
Ποιεῖσθαι. μέτρον δὲ λέγω τό δ’, ὃ μή σ’ ἀνιήσει.
Εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον, ἄθρυπτον.
Καὶ πεφύλαξό γε ταῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει
Μὴ δαπανᾷν παρὰ καιρὸν, ὁποῖα καλῶν ἀδαήμων.
Μὴ δ’ ἀνελεύθερος ἴσθι· μέτρον δ’ ἐπὶ πᾶσιν ἄριστον.