FOOTNOTES:
Project Gutenberg EPUB3 edition
Cicero, Marcus Tullius and Yonge, Charles Duke
45
Λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν, πότε κέν τις ἀναπνεύσειε πόνοιο;
ἀλλὰ χρὴ τὸν μὲν καταθαπτέμεν, ὅς κε θάνησι,
νηλέα θυμὸν ἔχοντας, ἔπ’ ἤματι δακρυσάντας.—
Hom. Il. xix. 226.
46 This is one of the fragments of Euripides which we are unable to assign to any play in particular; it occurs Var. Ed. Tr. Inc. 167.
Εἰ μεν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ
καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν
εἰκὸς σφαδάζειν ἦν ἂν, ὡς νεόζυγα
πῶλον, χάλινον ἀρτίως δεδεγμένον
νῦν δ’ ἀμβλύς εἰμι, καὶ κατηρτυκὼς κακῶν.
47 This is only a fragment, preserved by Stobæus:
Τοὺς δ’ ἂν μεγίστους καὶ σοφωτάτους φρενὶ
τοιούσδ’ ἴδοις ἂν, οἶός ἐστι νῦν ὅδε,
καλῶς κακῶς πράσσοντι συμπαραινέσαι
ὅταν δὲ δαίμων ἀνδρὸς εὐτυχοῦς τὸ πρὶν
μάστιγ’ ἐπίσῃ τοῦ βίου παλίντροπον,
τὰ πολλὰ φροῦδα καὶ κακῶς εἰρημένα.