The Golden Verses: Greek
ΤᾺ Τ῀ΩΝ ΠΥΘΑΓΟΤΡΕΊΩΝ ἜΠΗ ΤᾺ ΧΡΥΣΆ
Project Gutenberg EPUB edition
Fabre d'Olivet, Antoine, Pythagoras, and Redfield, Nayán Louise
Πρῆσσε δὲ ταῦθ’, ἅ σε μὴ βλάψῃ· λόγισαι δὲ πρὸ ἔργου.
ΤΕΛΕΑΌΤΗΣ.[231]
Μὴδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι,
Πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν·
Πῇ παρέβην; τὶ δ’ ἔρεξα; τὶ μοι δέον οὐκ ἐτελέσθη;
Ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι· καὶ μετέπειτα
Δεινὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο· χρηστὰ δὲ, τέρπου.
Ταῦτα πόνει· ταῦτ’ ἐκμελέτα· τούτων χρὴ ἐρᾷν σε.
Ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει.
Ναὶ μὰ τὸν ἡμετέρᾳ ψυχᾷ παραδόντα τετρακτὺν,
Παγὰν ἀενάου φύσεως. Ἀλλ’ ἔρχευ ἐπ’ ἔργον
Θεοῖσιν ἐπευξάμενος τελέσαι. Τούτων δὲ κρατήσας,
Γνώση ἀθανάτων τε θεῶν, θνητῶν τ’ ἀνθρώπων
Σύστασιν, ᾗ τε ἕκαστα διέρχεται, ᾗ τε κρατεῖται.
Γνώσῃ δ’, ἣ θέμις ἐστὶ, φύσιν περὶ παντὸς ὁμοίην
Ὥστε σε μήτ’ ἄελπτ’ ἐλπίζειν, μήτε τι λήθειν.
Γνώσῃ δ’ ἀνθρώπους αὐθαίρετα πήματ’ ἔχοντας
Τλήμονας, οἵ τ’ ἀγαθῶν πέλας ὄντων οὔτ’ ἐσορῶσιν.
Οὔτε κλύουσι· λύσιν δὲ κακῶν παῦροι συνίσασι.
Τοίη μοίρα βροτῶν βλάπτει φρένας· οἱ δὲ κυλίνδροις
Ἄλλοτ’ ἐπ’ ἄλλα φέρονται ἀπείρονα πήματ’ ἔχοντες.
Λυγρὴ γὰρ συνοπαδὸς ἔρις βλάπτουσα λέληθε
Σύμφυτος· ἣν οὐ δεῖ προσάγειν, εἴκοντα δὲ φεύγειν.
Ζεῦ πάτερ, ἤ πολλῶν τε κακῶν λύσειας ἅπαντας.
Ἤ πᾶσιν δείξαις ὁίῳ τῷ δαίμονι χρῶνται.
Ἀλλὰ σὺ θάρσει· ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν
Οἷς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.
ᾯν εἴ σοί τι μέτεστι, κρατήσεις ὧν σε κελεύω,
Ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶν δὲ σαώσεις.
Ἀλλ’ εἴργου βρωτῶν, ὧν εἴπομεν, ἔν τε καθαρμοῖς,
Ἔν τε λύσει ψυχῆς κρίνων· καὶ ψράζευ ἕκαστα,
Ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.
Ἢν δ’ ἀπολείψας σῶμα ἐς αἰθέρ’ ἐλεύθερον ἔλθῃς,
Ἔσσεαι ἀθάνατος θεὸς, ἄμβροτος, οὐκ ἔτι θνητός.